Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.26 | Dem. 21.30 (English) | >>Dem. 21.32 |
21.28μὴ δὴ τοῦτο λέγειν αὐτὸν ἐᾶτε , ὅτι καὶ δίκας ἰδίας δίδωσʼ ὁ νόμος μοι καὶ γραφὴν ὕβρεως · δίδωσι γάρ · ἀλλʼ ὡς οὐ πεποίηκεν ἃ κατηγόρηκα , ἢ πεποιηκὼς οὐ περὶ τὴν ἑορτὴν ἀδικεῖ , τοῦτο δεικνύτω · τοῦτο γὰρ αὐτὸν ἐγὼ προὐβαλόμην , καὶ περὶ τούτου τὴν ψῆφον οἴσετε νῦν ὑμεῖς . εἰ δʼ ἐγὼ τὴν ἐπὶ τῶν ἰδίων δικῶν πλεονεξίαν ἀφεὶς τῇ πόλει παραχωρῶ τῆς τιμωρίας , καὶ τοῦτον εἱλόμην τὸν ἀγῶνʼ ἀφʼ οὗ μηδὲν ἔστι λῆμμα λαβεῖν ἐμοί , χάριν , οὐ βλάβην δήπου τοῦτʼ ἂν εἰκότως ἐνέγκοι μοι παρʼ ὑμῶν .
οἶδα τοίνυν ὅτι καὶ τούτῳ πολλῷ χρήσεται τῷ λόγῳ “μή με Δημοσθένει παραδῶτε , μηδὲ διὰ Δημοσθένην μʼ ἀνέλητε . ὅτι τούτῳ πολεμῶ , διὰ τοῦτό μʼ ἀναιρήσετε ;” τὰ τοιαῦτα πολλάκις οἶδʼ ὅτι φθέγξεται , βουλόμενος φθόνον τινʼ ἐμοὶ διὰ τούτων τῶν λόγων συνάγειν .
21.30ἔχει δʼ οὐχ οὕτω ταῦτα , οὐδʼ ἐγγύς . οὐδένα γὰρ τῶν ἀδικούντων ὑμεῖς οὐδενὶ τῶν κατηγόρων ἐκδίδοτε · οὐδὲ γὰρ ἐπειδὰν ἀδικηθῇ τις , ὡς ἂν ἕκαστος ὑμᾶς ὁ παθὼν πείσῃ , ποιεῖσθε τὴν τιμωρίαν , ἀλλὰ τοὐναντίον νόμους ἔθεσθε πρὸ τῶν ἀδικημάτων , ἐπʼ ἀδήλοις μὲν τοῖς ἀδικήσουσιν , ἀδήλοις δὲ τοῖς ἀδικησομένοις . οὗτοι δὲ τί ποιοῦσιν οἱ νόμοι ; πᾶσιν ὑπισχνοῦνται τοῖς ἐν τῇ πόλει , δίκην , ἂν ἀδικηθῇ τις , ἔσεσθαι διʼ αὐτῶν λαβεῖν . ὅταν τοίνυν τῶν παραβαινόντων τινὰ τοὺς νόμους κολάζητε , οὐ τοῖς κατηγόροις τοῦτον ἐκδίδοτε , ἀλλὰ τοὺς νόμους ὑμῖν αὐτοῖς βεβαιοῦτε .
21.29
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.26 | Dem. 21.30 (English) | >>Dem. 21.32 |